Matt.
3:15 ἀποκριθεὶς δὲ
ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτόν· ἄφες ἄρτι, οὕτως γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. τότε ἀφίησιν
αὐτόν.
Matt.
5:6 μακάριοι οἱ πεινῶντες
καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται.
Matt.
5:10 μακάριοι οἱ
δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
Matt.
5:20 Λέγω γὰρ ὑμῖν
ὅτι ἐὰν μὴ περισσεύσῃ ὑμῶν ἡ δικαιοσύνη πλεῖον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν
βασιλείαν τῶν οὐρανῶν.
Matt.
6:1 Προσέχετε [δὲ]
τὴν δικαιοσύνην ὑμῶν
μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων πρὸς τὸ θεαθῆναι αὐτοῖς· εἰ δὲ μή γε, μισθὸν οὐκ
ἔχετε παρὰ τῷ πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς.
Matt.
6:33 ζητεῖτε δὲ πρῶτον
τὴν βασιλείαν [τοῦ θεοῦ] καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.
Matt.
11:19 ἦλθεν ὁ υἱὸς
τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν· ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης,
τελωνῶν φίλος καὶ ἁμαρτωλῶν. καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν ἔργων αὐτῆς.
Matt.
12:37 ἐκ γὰρ τῶν
λόγων σου δικαιωθήσῃ,
καὶ ἐκ τῶν λόγων σου καταδικασθήσῃ.
Matt.
21:32 ἦλθεν γὰρ Ἰωάννης
πρὸς ὑμᾶς ἐν ὁδῷ δικαιοσύνης, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ, οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν
αὐτῷ· ὑμεῖς δὲ ἰδόντες οὐδὲ μετεμελήθητε ὕστερον τοῦ πιστεῦσαι αὐτῷ.
Luke
1:6 ἦσαν δὲ δίκαιοι
ἀμφότεροι ἐναντίον τοῦ θεοῦ, πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασιν τοῦ κυρίου ἄμεμπτοι.
Luke
1:75 ἐν ὁσιότητι
καὶ δικαιοσύνῃ ἐνώπιον
αὐτοῦ πάσαις ταῖς ἡμέραις ἡμῶν.
Luke
7:29 Καὶ πᾶς ὁ λαὸς
ἀκούσας καὶ οἱ τελῶναι ἐδικαίωσαν τὸν θεὸν βαπτισθέντες τὸ βάπτισμα Ἰωάννου·
Luke
7:35 καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ πάντων
τῶν τέκνων αὐτῆς.
Luke
10:29 ὁ δὲ θέλων δικαιῶσαι ἑαυτὸν εἶπεν πρὸς
τὸν Ἰησοῦν· καὶ τίς ἐστίν μου πλησίον;
Luke
16:15 καὶ εἶπεν αὐτοῖς·
ὑμεῖς ἐστε οἱ δικαιοῦντες ἑαυτοὺς ἐνώπιον τῶν ἀνθρώπων, ὁ δὲ θεὸς γινώσκει τὰς καρδίας
ὑμῶν· ὅτι τὸ ἐν ἀνθρώποις ὑψηλὸν βδέλυγμα ἐνώπιον τοῦ θεοῦ.
Luke
18:14 λέγω ὑμῖν,
κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ παρ᾿ ἐκεῖνον· ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται,
ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.
Luke
23:41 καὶ ἡμεῖς μὲν δικαίως, ἄξια γὰρ ὧν ἐπράξαμεν
ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν.
John
16:8 καὶ ἐλθὼν ἐκεῖνος
ἐλέγξει τὸν κόσμον περὶ ἁμαρτίας καὶ περὶ δικαιοσύνης καὶ περὶ κρίσεως·
John
16:10 περὶ δικαιοσύνης δέ, ὅτι πρὸς
τὸν πατέρα ὑπάγω καὶ οὐκέτι θεωρεῖτέ με·
Acts
7:27 ὁ δὲ ἀδικῶν
τὸν πλησίον ἀπώσατο αὐτὸν εἰπών· τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ᾿ ἡμῶν;
Acts
7:35 Τοῦτον τὸν Μωϋσῆν
ὃν ἠρνήσαντο εἰπόντες· τίς σε κατέστησεν ἄρχοντα καὶ
δικαστήν; τοῦτον ὁ θεὸς [καὶ] ἄρχοντα καὶ λυτρωτὴν
ἀπέσταλκεν σὺν χειρὶ ἀγγέλου τοῦ ὀφθέντος αὐτῷ ἐν τῇ βάτῳ.
Acts
10:35 ἀλλ᾿ ἐν παντὶ
ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην δεκτὸς αὐτῷ ἐστιν.
Acts
13:10 εἶπεν· ὦ πλήρης
παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέφων
τὰς ὁδοὺς [τοῦ] κυρίου τὰς εὐθείας;
Acts
13:38 γνωστὸν οὖν
ἔστω ὑμῖν, ἄνδρες ἀδελφοί, ὅτι διὰ τούτου ὑμῖν ἄφεσις ἁμαρτιῶν καταγγέλλεται, [καὶ]
ἀπὸ πάντων ὧν οὐκ ἠδυνήθητε ἐν νόμῳ Μωϋσέως δικαιωθῆναι,
Acts
13:39 ἐν τούτῳ πᾶς
ὁ πιστεύων δικαιοῦται.
Acts
17:31 καθότι ἔστησεν
ἡμέραν ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, ἐν ἀνδρὶ ᾧ ὥρισεν, πίστιν παρασχὼν πᾶσιν ἀναστήσας αὐτὸν ἐκ
νεκρῶν.
Acts
24:25 διαλεγομένου
δὲ αὐτοῦ περὶ δικαιοσύνης καὶ ἐγκρατείας καὶ τοῦ κρίματος τοῦ μέλλοντος, ἔμφοβος γενόμενος
ὁ Φῆλιξ ἀπεκρίθη· τὸ νῦν ἔχον πορεύου, καιρὸν δὲ μεταλαβὼν μετακαλέσομαί σε,
Acts
28:4 ὡς δὲ εἶδον
οἱ βάρβαροι κρεμάμενον τὸ θηρίον ἐκ τῆς χειρὸς αὐτοῦ, πρὸς ἀλλήλους ἔλεγον· πάντως
φονεύς ἐστιν ὁ ἄνθρωπος οὗτος ὃν διασωθέντα ἐκ τῆς θαλάσσης ἡ δίκη ζῆν οὐκ εἴασεν.
Rom.
1:17 δικαιοσύνη γὰρ θεοῦ ἐν αὐτῷ
ἀποκαλύπτεται ἐκ πίστεως εἰς πίστιν, καθὼς γέγραπται· ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται.
Rom.
1:32 οἵτινες τὸ δικαίωμα τοῦ θεοῦ ἐπιγνόντες
ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσίν, οὐ μόνον αὐτὰ ποιοῦσιν ἀλλὰ καὶ
συνευδοκοῦσιν τοῖς πράσσουσιν.
Rom.
2:13 οὐ γὰρ οἱ ἀκροαταὶ
νόμου δίκαιοι παρὰ [τῷ] θεῷ, ἀλλ᾿ οἱ ποιηταὶ νόμου δικαιωθήσονται.
Rom.
2:26 ἐὰν οὖν ἡ ἀκροβυστία
τὰ δικαιώματα τοῦ νόμου
φυλάσσῃ, οὐχ ἡ ἀκροβυστία αὐτοῦ εἰς περιτομὴν λογισθήσεται;
Rom.
3:4 μὴ γένοιτο· γινέσθω
δὲ ὁ θεὸς ἀληθής, πᾶς δὲ ἄνθρωπος ψεύστης, καθὼς γέγραπται· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις
σου καὶ νικήσεις ἐν τῷ κρίνεσθαί σε.
Rom.
3:5 εἰ δὲ ἡ ἀδικία
ἡμῶν θεοῦ δικαιοσύνην συνίστησιν, τί ἐροῦμεν; μὴ ἄδικος ὁ θεὸς ὁ ἐπιφέρων τὴν ὀργήν; κατὰ ἄνθρωπον
λέγω.
Rom.
3:20 διότι ἐξ ἔργων
νόμου οὐ δικαιωθήσεται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ, διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας.
Rom.
3:21 Νυνὶ δὲ χωρὶς
νόμου δικαιοσύνη θεοῦ
πεφανέρωται μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν,
Rom.
3:22 δικαιοσύνη δὲ θεοῦ διὰ πίστεως
Ἰησοῦ Χριστοῦ εἰς πάντας τοὺς πιστεύοντας. οὐ γάρ ἐστιν διαστολή,
Rom.
3:24 δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ
χάριτι διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ·
Rom.
3:25 ὃν προέθετο
ὁ θεὸς ἱλαστήριον διὰ [τῆς] πίστεως ἐν τῷ αὐτοῦ αἵματι εἰς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ διὰ τὴν
πάρεσιν τῶν προγεγονότων ἁμαρτημάτων
Rom.
3:26 ἐν τῇ ἀνοχῇ
τοῦ θεοῦ, πρὸς τὴν ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ ἐν τῷ νῦν καιρῷ, εἰς τὸ εἶναι αὐτὸν δίκαιον καὶ δικαιοῦντα τὸν ἐκ πίστεως
Ἰησοῦ.
Rom.
3:28 λογιζόμεθα γὰρ δικαιοῦσθαι πίστει ἄνθρωπον
χωρὶς ἔργων νόμου.
Rom.
3:30 εἴπερ εἷς ὁ
θεὸς ὃς δικαιώσει περιτομὴν
ἐκ πίστεως καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως.
Rom.
4:2 εἰ γὰρ Ἀβραὰμ
ἐξ ἔργων ἐδικαιώθη,
ἔχει καύχημα, ἀλλ᾿ οὐ πρὸς θεόν.
Rom.
4:3 τί γὰρ ἡ γραφὴ
λέγει; ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.
Rom.
4:5 τῷ δὲ μὴ ἐργαζομένῳ
πιστεύοντι δὲ ἐπὶ τὸν δικαιοῦντα τὸν ἀσεβῆ λογίζεται ἡ πίστις αὐτοῦ εἰς δικαιοσύνην·
Rom.
4:6 καθάπερ καὶ Δαυὶδ
λέγει τὸν μακαρισμὸν τοῦ ἀνθρώπου ᾧ ὁ θεὸς λογίζεται
δικαιοσύνην χωρὶς ἔργων·
Rom.
4:9 Ὁ μακαρισμὸς
οὖν οὗτος ἐπὶ τὴν περιτομὴν ἢ καὶ ἐπὶ τὴν ἀκροβυστίαν; λέγομεν γάρ· ἐλογίσθη τῷ
Ἀβραὰμ ἡ πίστις εἰς δικαιοσύνην.
Rom.
4:11 καὶ σημεῖον
ἔλαβεν περιτομῆς σφραγῖδα τῆς δικαιοσύνης τῆς πίστεως τῆς ἐν τῇ ἀκροβυστίᾳ, εἰς τὸ εἶναι αὐτὸν πατέρα
πάντων τῶν πιστευόντων δι᾿ ἀκροβυστίας, εἰς τὸ λογισθῆναι [καὶ] αὐτοῖς [τὴν] δικαιοσύνην,
Rom.
4:13 Οὐ γὰρ διὰ νόμου
ἡ ἐπαγγελία τῷ Ἀβραὰμ ἢ τῷ σπέρματι αὐτοῦ, τὸ κληρονόμον αὐτὸν εἶναι κόσμου, ἀλλὰ
διὰ δικαιοσύνης πίστεως.
Rom.
4:22 διὸ [καὶ] ἐλογίσθη
αὐτῷ εἰς δικαιοσύνην.
Rom.
4:25 ὃς παρεδόθη
διὰ τὰ παραπτώματα ἡμῶν καὶ ἠγέρθη διὰ τὴν δικαίωσιν ἡμῶν.
Rom.
5:1 Δικαιωθέντες οὖν ἐκ πίστεως
εἰρήνην ἔχομεν πρὸς τὸν θεὸν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
Rom.
5:9 πολλῷ οὖν μᾶλλον δικαιωθέντες νῦν ἐν τῷ αἵματι
αὐτοῦ σωθησόμεθα δι᾿ αὐτοῦ ἀπὸ τῆς ὀργῆς.
Rom.
5:16 καὶ οὐχ ὡς δι᾿
ἑνὸς ἁμαρτήσαντος τὸ δώρημα· τὸ μὲν γὰρ κρίμα ἐξ ἑνὸς εἰς κατάκριμα, τὸ δὲ χάρισμα
ἐκ πολλῶν παραπτωμάτων εἰς δικαίωμα.
Rom.
5:17 εἰ γὰρ τῷ τοῦ
ἑνὸς παραπτώματι ὁ θάνατος ἐβασίλευσεν διὰ τοῦ ἑνός, πολλῷ μᾶλλον οἱ τὴν περισσείαν
τῆς χάριτος καὶ τῆς δωρεᾶς τῆς δικαιοσύνης λαμβάνοντες ἐν ζωῇ βασιλεύσουσιν διὰ τοῦ ἑνὸς Ἰησοῦ Χριστοῦ.
Rom.
5:18 Ἄρα οὖν ὡς δι᾿
ἑνὸς παραπτώματος εἰς πάντας ἀνθρώπους εἰς κατάκριμα, οὕτως καὶ δι᾿ ἑνὸς δικαιώματος εἰς πάντας ἀνθρώπους
εἰς δικαίωσιν
ζωῆς·
Rom.
5:21 ἵνα ὥσπερ ἐβασίλευσεν
ἡ ἁμαρτία ἐν τῷ θανάτῳ, οὕτως καὶ ἡ χάρις βασιλεύσῃ διὰ
δικαιοσύνης εἰς ζωὴν αἰώνιον διὰ Ἰησοῦ Χριστοῦ
τοῦ κυρίου ἡμῶν.
Rom.
6:7 ὁ γὰρ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας.
Rom.
6:13 μηδὲ παριστάνετε
τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ, ἀλλὰ παραστήσατε ἑαυτοὺς τῷ θεῷ ὡσεὶ ἐκ νεκρῶν
ζῶντας καὶ τὰ μέλη ὑμῶν ὅπλα δικαιοσύνης τῷ θεῷ.
Rom.
6:16 οὐκ οἴδατε ὅτι
ᾧ παριστάνετε ἑαυτοὺς δούλους εἰς ὑπακοήν, δοῦλοί ἐστε ᾧ ὑπακούετε, ἤτοι ἁμαρτίας
εἰς θάνατον ἢ ὑπακοῆς εἰς δικαιοσύνην;
Rom.
6:18 ἐλευθερωθέντες
δὲ ἀπὸ τῆς ἁμαρτίας ἐδουλώθητε τῇ δικαιοσύνῃ.
Rom.
6:19 Ἀνθρώπινον λέγω
διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ὑμῶν. ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ
καὶ τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν, οὕτως νῦν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν.
Rom.
6:20 ὅτε γὰρ δοῦλοι
ἦτε τῆς ἁμαρτίας, ἐλεύθεροι ἦτε τῇ δικαιοσύνῃ.
Rom.
8:4 ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ
ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν ἀλλὰ κατὰ πνεῦμα.
Rom.
8:10 εἰ δὲ Χριστὸς
ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν διὰ ἁμαρτίαν τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην.
Rom.
8:30 οὓς δὲ προώρισεν,
τούτους καὶ ἐκάλεσεν· καὶ οὓς ἐκάλεσεν, τούτους καὶ
ἐδικαίωσεν· οὓς δὲ ἐδικαίωσεν, τούτους καὶ
ἐδόξασεν.
Rom.
8:33 τίς ἐγκαλέσει
κατὰ ἐκλεκτῶν θεοῦ; θεὸς ὁ δικαιῶν·
Rom.
9:30 Τί οὖν ἐροῦμεν;
ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην κατέλαβεν δικαιοσύνην, δικαιοσύνην δὲ τὴν ἐκ πίστεως,
Rom.
9:31 Ἰσραὴλ δὲ διώκων
νόμον δικαιοσύνης εἰς
νόμον οὐκ ἔφθασεν.
Rom.
10:3 ἀγνοοῦντες γὰρ
τὴν τοῦ θεοῦ δικαιοσύνην καὶ τὴν ἰδίαν [δικαιοσύνην] ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ θεοῦ οὐχ ὑπετάγησαν.
Rom.
10:4 τέλος γὰρ νόμου
Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι.
Rom.
10:5 Μωϋσῆς γὰρ γράφει
τὴν δικαιοσύνην τὴν
ἐκ [τοῦ] νόμου ὅτι ὁ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς.
Rom.
10:6 ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτως λέγει·
μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου· τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τοῦτ᾿ ἔστιν Χριστὸν καταγαγεῖν·
Rom.
10:10 καρδίᾳ γὰρ
πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.
Rom.
14:17 οὐ γάρ ἐστιν
ἡ βασιλεία τοῦ θεοῦ βρῶσις καὶ πόσις ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν πνεύματι ἁγίῳ·
1Cor.
1:30 ἐξ αὐτοῦ δὲ
ὑμεῖς ἐστε ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐγενήθη σοφία ἡμῖν ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς
καὶ ἀπολύτρωσις,
1Cor.
4:4 οὐδὲν γὰρ ἐμαυτῷ
σύνοιδα, ἀλλ᾿ οὐκ ἐν τούτῳ δεδικαίωμαι, ὁ δὲ ἀνακρίνων με κύριός ἐστιν.
1Cor.
6:11 καὶ ταῦτά τινες
ἦτε· ἀλλὰ ἀπελούσασθε, ἀλλὰ ἡγιάσθητε, ἀλλὰ ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ κυρίου Ἰησοῦ Χριστοῦ καὶ ἐν τῷ πνεύματι τοῦ
θεοῦ ἡμῶν.
1Cor.
15:34 ἐκνήψατε δικαίως καὶ μὴ ἁμαρτάνετε,
ἀγνωσίαν γὰρ θεοῦ τινες ἔχουσιν, πρὸς ἐντροπὴν ὑμῖν λαλῶ.
2Cor.
3:9 εἰ γὰρ τῇ διακονίᾳ
τῆς κατακρίσεως δόξα, πολλῷ μᾶλλον περισσεύει ἡ διακονία τῆς δικαιοσύνης δόξῃ.
2Cor.
5:21 τὸν μὴ γνόντα
ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη θεοῦ ἐν αὐτῷ.
2Cor.
6:7 ἐν λόγῳ ἀληθείας,
ἐν δυνάμει θεοῦ· διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν,
2Cor.
6:14 Μὴ γίνεσθε ἑτεροζυγοῦντες
ἀπίστοις· τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ, ἢ τίς κοινωνία φωτὶ πρὸς σκότος;
2Cor.
9:9 καθὼς γέγραπται·
ἐσκόρπισεν, ἔδωκεν τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα.
2Cor.
9:10 ὁ δὲ ἐπιχορηγῶν
σπόρον τῷ σπείροντι καὶ ἄρτον εἰς βρῶσιν χορηγήσει καὶ πληθυνεῖ τὸν σπόρον ὑμῶν
καὶ αὐξήσει τὰ γενήματα τῆς δικαιοσύνης ὑμῶν.
2Cor.
11:15 οὐ μέγα οὖν
εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι
δικαιοσύνης· ὧν τὸ τέλος ἔσται κατὰ τὰ ἔργα αὐτῶν.
Gal.
2:16 εἰδότες [δὲ]
ὅτι οὐ δικαιοῦται ἄνθρωπος
ἐξ ἔργων νόμου ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν,
ἵνα δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ καὶ οὐκ ἐξ ἔργων νόμου, ὅτι ἐξ ἔργων νόμου
οὐ δικαιωθήσεται πᾶσα σάρξ.
Gal.
2:17 εἰ δὲ ζητοῦντες δικαιωθῆναι ἐν Χριστῷ εὑρέθημεν
καὶ αὐτοὶ ἁμαρτωλοί, ἆρα Χριστὸς ἁμαρτίας διάκονος; μὴ γένοιτο.
Gal.
2:21 Οὐκ ἀθετῶ τὴν
χάριν τοῦ θεοῦ· εἰ γὰρ διὰ νόμου δικαιοσύνη, ἄρα Χριστὸς δωρεὰν ἀπέθανεν.
Gal.
3:6 Καθὼς Ἀβραὰμ
ἐπίστευσεν τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην·
Gal.
3:8 προϊδοῦσα δὲ
ἡ γραφὴ ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ θεὸς, προευηγγελίσατο τῷ Ἀβραὰμ ὅτι ἐνευλογηθήσονται
ἐν σοὶ πάντα τὰ ἔθνη·
Gal.
3:11 ὅτι δὲ ἐν νόμῳ
οὐδεὶς δικαιοῦται παρὰ
τῷ θεῷ δῆλον, ὅτι ὁ δίκαιος ἐκ πίστεως ζήσεται·
Gal.
3:21 ὁ οὖν νόμος
κατὰ τῶν ἐπαγγελιῶν [τοῦ θεοῦ]; μὴ γένοιτο· εἰ γὰρ ἐδόθη νόμος ὁ δυνάμενος ζῳοποιῆσαι,
ὄντως ἐκ νόμου ἂν ἦν ἡ δικαιοσύνη.
Gal.
3:24 ὥστε ὁ νόμος
παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως
δικαιωθῶμεν·
Gal.
5:4 κατηργήθητε ἀπὸ
Χριστοῦ, οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε.
Gal.
5:5 ἡμεῖς γὰρ πνεύματι
ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα.
Eph.
4:24 καὶ ἐνδύσασθαι
τὸν καινὸν ἄνθρωπον τὸν κατὰ θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας.
Eph.
5:9 - ὁ γὰρ καρπὸς
τοῦ φωτὸς ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ -
Eph.
6:14 στῆτε οὖν περιζωσάμενοι
τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης
Phil.
1:11 πεπληρωμένοι
καρπὸν δικαιοσύνης
τὸν διὰ Ἰησοῦ Χριστοῦ εἰς δόξαν καὶ ἔπαινον θεοῦ.
Phil.
3:6 κατὰ ζῆλος διώκων
τὴν ἐκκλησίαν, κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος.
Phil.
3:9 καὶ εὑρεθῶ ἐν
αὐτῷ, μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ νόμου ἀλλὰ τὴν διὰ πίστεως Χριστοῦ, τὴν ἐκ θεοῦ δικαιοσύνην ἐπὶ τῇ πίστει,
1Th.
2:10 ὑμεῖς μάρτυρες
καὶ ὁ θεός, ὡς ὁσίως καὶ δικαίως καὶ ἀμέμπτως ὑμῖν τοῖς πιστεύουσιν ἐγενήθημεν,
2Th.
1:9 οἵτινες δίκην τίσουσιν ὄλεθρον αἰώνιον
ἀπὸ προσώπου τοῦ κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ,
1Tim.
3:16 καὶ ὁμολογουμένως
μέγα ἐστὶν τὸ τῆς εὐσεβείας μυστήριον· ὃς ἐφανερώθη ἐν σαρκί, ἐδικαιώθη ἐν πνεύματι, ὤφθη
ἀγγέλοις, ἐκηρύχθη ἐν ἔθνεσιν, ἐπιστεύθη ἐν κόσμῳ, ἀνελήμφθη ἐν δόξῃ.
1Tim.
6:11 Σὺ δέ, ὦ ἄνθρωπε
θεοῦ, ταῦτα φεῦγε· δίωκε δὲ δικαιοσύνην εὐσέβειαν πίστιν, ἀγάπην ὑπομονὴν πραϋπαθίαν.
2Tim.
2:22 Τὰς δὲ νεωτερικὰς
ἐπιθυμίας φεῦγε, δίωκε δὲ δικαιοσύνην πίστιν ἀγάπην εἰρήνην μετὰ τῶν ἐπικαλουμένων τὸν κύριον ἐκ
καθαρᾶς καρδίας.
2Tim.
3:16 πᾶσα γραφὴ θεόπνευστος
καὶ ὠφέλιμος πρὸς διδασκαλίαν, πρὸς ἐλεγμόν, πρὸς ἐπανόρθωσιν, πρὸς παιδείαν τὴν
ἐν δικαιοσύνῃ,
2Tim.
4:8 λοιπὸν ἀπόκειταί
μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής,
οὐ μόνον δὲ ἐμοὶ ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ.
Titus
2:12 παιδεύουσα ἡμᾶς,
ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν
ἐν τῷ νῦν αἰῶνι,
Titus
3:5 οὐκ ἐξ ἔργων
τῶν ἐν δικαιοσύνῃ ἃ
ἐποιήσαμεν ἡμεῖς ἀλλὰ κατὰ τὸ αὐτοῦ ἔλεος ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας
καὶ ἀνακαινώσεως πνεύματος ἁγίου,
Titus
3:7 ἵνα δικαιωθέντες τῇ ἐκείνου
χάριτι κληρονόμοι γενηθῶμεν κατ᾿ ἐλπίδα ζωῆς αἰωνίου.
Heb.
1:9 ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας
ἀνομίαν· διὰ τοῦτο ἔχρισέν σε ὁ θεὸς ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους
σου.
Heb.
5:13 πᾶς γὰρ ὁ μετέχων
γάλακτος ἄπειρος λόγου δικαιοσύνης, νήπιος γάρ ἐστιν·
Heb.
7:2 ᾧ καὶ δεκάτην
ἀπὸ πάντων ἐμέρισεν Ἀβραάμ, πρῶτον μὲν ἑρμηνευόμενος βασιλεὺς δικαιοσύνης ἔπειτα δὲ καὶ
βασιλεὺς Σαλήμ, ὅ ἐστιν βασιλεὺς εἰρήνης,
Heb.
9:1 Εἶχε μὲν οὖν
[καὶ] ἡ πρώτη δικαιώματα λατρείας τό τε ἅγιον κοσμικόν.
Heb.
9:10 μόνον ἐπὶ βρώμασιν
καὶ πόμασιν καὶ διαφόροις βαπτισμοῖς, δικαιώματα σαρκὸς μέχρι καιροῦ διορθώσεως ἐπικείμενα.
Heb.
11:7 Πίστει χρηματισθεὶς
Νῶε περὶ τῶν μηδέπω βλεπομένων, εὐλαβηθεὶς κατεσκεύασεν κιβωτὸν εἰς σωτηρίαν τοῦ
οἴκου αὐτοῦ δι᾿ ἧς κατέκρινεν τὸν κόσμον, καὶ τῆς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος.
Heb.
11:33 οἳ διὰ πίστεως
κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων,
Heb.
12:11 πᾶσα δὲ παιδεία
πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι ἀλλὰ λύπης, ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς
δι᾿ αὐτῆς γεγυμνασμένοις ἀποδίδωσιν δικαιοσύνης.
James
1:20 ὀργὴ γὰρ ἀνδρὸς δικαιοσύνην θεοῦ οὐκ ἐργάζεται.
James
2:21 Ἀβραὰμ ὁ πατὴρ
ἡμῶν οὐκ ἐξ ἔργων ἐδικαιώθη ἀνενέγκας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον;
James
2:23 καὶ ἐπληρώθη
ἡ γραφὴ ἡ λέγουσα· ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην καὶ φίλος θεοῦ
ἐκλήθη.
James
2:24 ὁρᾶτε ὅτι ἐξ
ἔργων δικαιοῦται ἄνθρωπος
καὶ οὐκ ἐκ πίστεως μόνον.
James
2:25 ὁμοίως δὲ καὶ
Ῥαὰβ ἡ πόρνη οὐκ ἐξ ἔργων ἐδικαιώθη ὑποδεξαμένη τοὺς ἀγγέλους καὶ ἑτέρᾳ ὁδῷ ἐκβαλοῦσα;
James
3:18 καρπὸς δὲ δικαιοσύνης ἐν εἰρήνῃ σπείρεται
τοῖς ποιοῦσιν εἰρήνην.
1Pet.
2:23 ὃς λοιδορούμενος
οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει, παρεδίδου δὲ τῷ κρίνοντι δικαίως·
1Pet.
2:24 ὃς τὰς ἁμαρτίας
ἡμῶν αὐτὸς ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον, ἵνα ταῖς ἁμαρτίαις ἀπογενόμενοι
τῇ δικαιοσύνῃ ζήσωμεν,
οὗ τῷ μώλωπι ἰάθητε.
1Pet.
3:14 ἀλλ᾿ εἰ καὶ
πάσχοιτε διὰ δικαιοσύνην, μακάριοι. τὸν δὲ φόβον αὐτῶν μὴ φοβηθῆτε μηδὲ ταραχθῆτε,
2Pet.
1:1 Συμεὼν Πέτρος
δοῦλος καὶ ἀπόστολος Ἰησοῦ Χριστοῦ τοῖς ἰσότιμον ἡμῖν λαχοῦσιν πίστιν ἐν δικαιοσύνῃ τοῦ θεοῦ ἡμῶν
καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ,
2Pet.
2:5 καὶ ἀρχαίου κόσμου
οὐκ ἐφείσατο ἀλλὰ ὄγδοον Νῶε δικαιοσύνης κήρυκα ἐφύλαξεν κατακλυσμὸν κόσμῳ ἀσεβῶν ἐπάξας,
2Pet.
2:21 κρεῖττον γὰρ
ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης ἢ ἐπιγνοῦσιν ὑποστρέψαι ἐκ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς.
2Pet.
3:13 καινοὺς δὲ οὐρανοὺς
καὶ γῆν καινὴν κατὰ τὸ ἐπάγγελμα αὐτοῦ προσδοκῶμεν, ἐν οἷς δικαιοσύνη κατοικεῖ.
1John
2:29 ἐὰν εἰδῆτε ὅτι
δίκαιός ἐστιν, γινώσκετε ὅτι καὶ πᾶς ὁ ποιῶν τὴν δικαιοσύνην ἐξ αὐτοῦ γεγέννηται.
1John
3:7 Τεκνία, μηδεὶς
πλανάτω ὑμᾶς· ὁ ποιῶν τὴν δικαιοσύνην δίκαιός ἐστιν, καθὼς ἐκεῖνος δίκαιός ἐστιν·
1John
3:10 ἐν τούτῳ φανερά
ἐστιν τὰ τέκνα τοῦ θεοῦ καὶ τὰ τέκνα τοῦ διαβόλου· πᾶς ὁ μὴ ποιῶν δικαιοσύνην οὐκ ἔστιν ἐκ
τοῦ θεοῦ, καὶ ὁ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ.
Jude
7 ὡς Σόδομα καὶ Γόμορρα
καὶ αἱ περὶ αὐτὰς πόλεις τὸν ὅμοιον τρόπον τούτοις ἐκπορνεύσασαι καὶ ἀπελθοῦσαι
ὀπίσω σαρκὸς ἑτέρας, πρόκεινται δεῖγμα πυρὸς αἰωνίου
δίκην ὑπέχουσαι.
Rev.
15:4 τίς οὐ μὴ φοβηθῇ,
κύριε, καὶ δοξάσει τὸ ὄνομά σου; ὅτι μόνος ὅσιος, ὅτι πάντα τὰ ἔθνη ἥξουσιν καὶ
προσκυνήσουσιν ἐνώπιόν σου, ὅτι τὰ δικαιώματά σου ἐφανερώθησαν.
Rev.
19:8 καὶ ἐδόθη αὐτῇ
ἵνα περιβάληται βύσσινον λαμπρὸν καθαρόν· τὸ γὰρ βύσσινον τὰ δικαιώματα τῶν ἁγίων ἐστίν.
Rev.
19:11 Καὶ εἶδον τὸν
οὐρανὸν ἠνεῳγμένον, καὶ ἰδοὺ ἵππος λευκός καὶ ὁ καθήμενος ἐπ᾿ αὐτὸν [καλούμενος]
πιστὸς καὶ ἀληθινός, καὶ ἐν δικαιοσύνῃ κρίνει καὶ πολεμεῖ.
Rev.
22:11 ὁ ἀδικῶν ἀδικησάτω
ἔτι καὶ ὁ ῥυπαρὸς ῥυπανθήτω ἔτι, καὶ ὁ δίκαιος δικαιοσύνην ποιησάτω ἔτι καὶ ὁ ἅγιος ἁγιασθήτω ἔτι.